Ὑμνολογία τοῦ ὄρθρου τῆς ἑορτῆς τῆς Χριστοῦ Γεννήσεως (μὲ νεοελληνικὴ ἀπόδοση)

Ἀπολυτίκιον. Ἦχος δ´.

Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν. Κύριε δόξα σοι.Ἡ γέννησή σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, * ἀνέτειλε στὸν κόσμο τὸ φῶς τὸ τῆς γνώσεως· * διότι σ᾿ αὐτὴν ἐκεῖνοι ποὺ πρῶτα λάτρευαν τὰ ἄστρα, * τώρα διδάσκονταν ἀπὸ ἕνα ἄστρο * νὰ προσκυνοῦν ἐσένα, τὸν Ἥλιο τῆς δικαιοσύνης, * καὶ νὰ γνωρίζουν ὅτι εἶσαι ἡ ἐξ ὕψους ἀνατολή· * Κύριε, δόξα σοι.

Καθίσματα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.

Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός· ἀκολουθήσωμεν λοιπόν, ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον, Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.Ἐλᾶτε νὰ ἰδοῦμε, πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός· * ν᾿ ἀκολουθήσουμε λοιπὸν ἐκεῖ ποὺ ὁδεύει ὁ ἀστέρας, * μαζὶ μὲ τοὺς Μάγους, τῆς Ἀνατολῆς τοὺς βασιλιάδες. * Ἄγγελοι ὑμνοῦν ἀκαταπαύστως ἐκεῖ. * Ποιμένες στοὺς ἀγροὺς ψάλλουν ἐπάξια ᾠδή. * Δόξα ἐν ὑψίστοις, λέγοντας, * σ᾿ αὐτὸν ποὺ σήμερα στὸ σπήλαιο ἐτέχθη * ἀπ᾿ τὴν Παρθένο καὶ Θεοτόκο, * στὴν Βηθλεὲμ τῆς Ἰουδαίας.
Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσαι τὸ ἐν σοί; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησά φησι, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρός εἰμι, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τίς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.«Γιατί ἀπορεῖς, Μαριάμ; Γιατί μένεις ἔκθαμβη μὲ αὐτὸ ποὺ τελεῖται σὲ σένα;» * Ἔπειδη ἄχρονο Υἱό, ἐν χρόνῳ ἐγέννησα», ἀπαντᾶ, * μὴ γνωρίζοντας τὸ μυστήριο τῆς συλλήψεως ἐκείνου ποὺ τίκτεται. * «Ἄνδρα δὲν γνωρίζω, καὶ πῶς θὰ γεννήσω υἱό; * Γέννηση χωρὶς σπορὰ ποιὸς ἔχει δεῖ ποτέ; * Ἀλλὰ ὅπου βούλεται ὁ Θεός, * νικιέται τῆς φύσεως ἡ τάξη, ὅπως ἔχει γραφτεῖ. * Ὁ Χριστὸς ἐτέχθη ἐκ τῆς Παρθένου, * στὴν Βηθλεὲμ τῆς Ἰουδαίας.
Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρί; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γὰρ ὤν, ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ Ὤν, ὃ οὐκ ἦν δι᾿ ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι.Ἐκεῖνος ποὺ δὲν χωρεῖ πουθενά, πῶς μέσα σὲ μήτρα ἐχώρεσε; * Ἐκεῖνος ποὺ εἶναι στοὺς κόλπους τοῦ Πατρός, πῶς εἶναι τώρα στὶς ἀγκάλες τῆς Μητρός; * Εἶναι μὲ τὸν τρόπο ποὺ Ἐκεῖνος γνωρίζει κι ἐθέλησε κι εὐδόκησε. * Διότι ἐνῶ ἦταν ἄσαρκος, ἑκουσίως ἐσαρκώθη, * καὶ ἔγινε, ὁ Ὤν, αὐτὸ ποὺ δὲν ἦταν, γιὰ χάρη μας. * καὶ χωρὶς νὰ βγεῖ ἀπὸ τὴ θεϊκὴ φύση Του, μετέσχε στὴ δική μας τὴν φύση. * Μὲ δύο φύσεις, ὁ Χριστὸς ἐτέχθη, * θέλοντας στὸν ἐπουράνιο κόσμο νὰ (μᾶς) ἀποκαταστήσει.

Οἱ Ἀναβαθμοί. Ἀντίφωνον α´. Ἦχος δ´.

Ἐκ νεότητός μου * πολλὰ πολεμεῖ με πάθη· * ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ * καὶ σῶσον, Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, * αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· * ὡς χόρτος γὰρ πυρὶ * ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα.

Ἁγίῳ Πνεύματι * πᾶσα ψυχὴ ζωοῦται * καὶ καθάρσει ὑψοῦται, * λαμπρύνεται * τῇ τριαδικῇ Μονάδι * ἱεροκρυφίως.

Καὶ νῦν.

Ἁγίῳ Πνεύματι * ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, * ἀρδεύοντα ἅπασαν τὴν κτίσιν * πρὸς ζωογονίαν.

Ἀπὸ τὴν νεότητά μου μὲ πολεμοῦν πολλὰ πάθη, ἀλλὰ ἐσὺ Σωτήρα μου, ἀνάλαβέ με καὶ σῶσε με.

Ὅσοι ἔχετε μίσος γιὰ τὴν Σιών, θὰ ντροπιαστεῖτε ἀπὸ τὸν Κύριο· διότι ὡς χορτάρι ἀπὸ τὴν φωτιὰ θὰ ἀποξεραθεῖτε.

Δόξα.

Διὰ τοῦ Ἁγίου Πνεύματος κάθε ψυχὴ ζωοποιεῖται καὶ ὑψώνεται μὲ κάθαρση· λαμπρύνεται ἀπὸ τὴν Ἁγία Τριάδα μὲ τρόπο μυστικό.

Καὶ νῦν.

Διὰ τοῦ Ἁγίου Πνεύματος ἀναβλύζουν οἱ ποταμοὶ τῆς χάριτος, ποτίζοντας ὅλη τὴν κτίση ζωογονώντας την.

Πεντηκοστάρια (μετὰ τὸν Ν´ ψαλμόν).

Δόξα. Ἦχος β´.

Τὰ σύμπαντα σήμερον, χαρᾶς πληροῦνται·
Χριστὸς ἐτέχθη ἐκ τῆς Παρθένου.
Τὰ σύμπαντα σήμερα γεμίζουν μὲ χαρά,
διότι ὁ Χριστὸς γεννήθηκε ἀπὸ τὴν Παρθένο.

Καὶ νῦν. Τὸ αὐτό. Εἶτα,

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Καὶ ψάλλομεν τὸ παρὸν Ἰδιόμελον. Ἦχος πλ. β´.

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.
Σήμερον δέχεται ἡ Βηθλεέμ,
τὸν καθήμενον διὰ παντός, σὺν Πατρί.
Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν,
θεοπρεπῶς δοξολογοῦσι·
Δόξα ἐν ὑψίστοις Θεῷ,
καὶ ἐπὶ γῆς εἰρήνη,
ἐν ἀνθρώποις εὐδοκία.
«Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη».
Σήμερα δέχετει ἡ Βηθλεὲμ
αὐτὸν ποὺ κάθεται πάντοτε μαζὶ μὲ τὸν Πατέρα.
Σήμερα Ἄγγελοι τὸ βρέφος ποὺ ἐγεννήθη,
ὅπως ταιριάζει σὲ Θεό, δοξολογοῦν:
«Δόξα ἐν ὑψίστοις Θεῷ,
καὶ ἐπὶ γῆς εἰρήνη,
ἐν ἀνθρώποις εὐδοκία».

Ἡ Ὑπακοή. Ἦχος πλ. δ´.

Τὴν ἀπαρχὴν τῶν Ἐθνῶν, ὁ οὐρανός σοι προσεκόμισε, τῷ κειμένῳ νηπίῳ ἐν φάτνῃ, δι᾿ ἀστέρος τοὺς Μάγους καλέσας· οὕς καὶ κατέπληττεν, οὐ σκῆπτρα καὶ θρόνοι, ἀλλ᾿ ἐσχάτη πτωχεία· τί γὰρ εὐτελέστερον σπηλαίου; τί δὲ ταπεινότερον σπαργάνων; ἐν οἷς διέλαμψεν ὁ τῆς Θεότητός σου πλοῦτος. Κύριε δόξα σοι.Σὰν τὴν πρωταρχικὴ σοδειὰ ἀπὸ τὰ ἔθνη ὁ οὐρανὸς προσκόμισε προσφορὰ σὲ σένα, τὸ νήπιο ποὺ κειτόσουν στὴ φάτνη, καλώντας τοὺς Μάγους· κι αὐτοὶ ἐξεπλάγησαν, ὄχι ἀπὸ σκῆπτρα καὶ θρόνους, ἀλλὰ ἀπὸ τὴν ἔσχατη πτωχεία. Διότι τί εἶναι πιὸ εὐτελὲς ἀπὸ τὸ σπήλαιο; Καὶ τί πιὸ ταπεινὸ ἀπὸ τὰ σπάργανα; Ἀλλὰ σ᾿ αὐτὰ ἔλαμψε ὁ πλοῦτος τῆς Θεότητός σου· Κύριε, δόξα σοι.

Κοντάκιον. Ἦχος γ´. Αὐτόμελον.
Ποίημα Ῥωμανοῦ τοῦ Μελῳδοῦ.

Ἡ Παρθένος σήμερον, τὸν Ὑπερούσιον τίκτει,
καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει.
Ἄγγελοι, μετὰ Ποιμένων δοξολογοῦσι.
Μάγοι δέ, μετὰ ἀστέρος ὁδοιποροῦσι·
δι᾿ ἡμᾶς γὰρ ἐγεννήθη,
Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Ἡ Παρθένος σήμερα τὸν Ὑπερούσιο τίκτει
καὶ ἡ γῆ τὸ σπήλαιο στὸν Ἀπρόσιτο προσφέρει.
Οἱ Ἄγγελοι μαζὶ μὲ τοὺς Ποιμένες δοξολογοῦν
καὶ οἱ Μάγοι μαζὶ μὲ τὸ ἄστρο ὁδοιποροῦν,
ἐπειδὴ γιὰ ἐμᾶς ἐγεννήθη
ὡς παιδὶ νέο, ὁ πρὸ αἰώνων Θεός.

Ὁ Οἶκος.

Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε, δεῦτε ἴδωμεν·
τὴν τρυφὴν ἐν κρυφῇ εὕρομεν, δεῦτε λάβωμεν,
τὰ τοῦ Παραδείσου ἔνδον τοῦ Σπηλαίου.
Ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος, βλαστάνουσα ἄφεσιν·
ἐκεῖ εὑρέθη φρέαρ ἀνόρυκτον,
οὗ πιεῖν Δαυῒδ πρὶν ἐπεθύμησεν·
ἐκεῖ Παρθένος τεκοῦσα βρέφος,
τὴν δίψαν ἔπαυσεν εὐθύς, τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυΐδ·
διὰ τοῦτο, πρὸς τοῦτο ἐπειχθῶμεν, οὗ ἐτέχθη,
Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Ἡ Βηθλεὲμ ἄνοιξε τὴν Ἐδέμ, ἐλᾶτε νὰ δοῦμε·
τὴν ἀπόλαυσι κρυμμένη βρήκαμε, ἐλᾶτε νὰ πάρουμε
τοῦ Παραδείσου τὰ δῶρα ἐντός του Σπηλαίου.
ἐκεῖ ἐφάνη ρίζα ἀπότιστη ποὺ προσφέρει ἄφεσι,
ἐκεῖ μέσα εὑρέθηκε πηγάδι ἀχειροποίητο,
ἀπ᾿ ὅπου ὁ Δαβὶδ παλιὰ ἐπιθύμησε νὰ πιεῖ.
Ἐκεῖ ἡ Παρθένος γεννώντας Βρέφος
τὴν δίψα ἔπαυσεν εὐθὺς τοῦ Ἀδὰμ καὶ τοῦ Δαβίδ.
Γι᾿ αὐτὸ στὸ Σπήλαιο ἂς τρέξουμε, ἐκεῖ ποὺ ἐγεννήθη
ὡς παιδὶ νέο, ὁ πρὸ αἰώνων Θεός.

Συναξάριον.

Τῇ ΚΕ´ τοῦ αὐτοῦ μηνὸς ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Στίχ. Θεὸς τὸ τεχθέν, ἡ δὲ Μήτηρ Παρθένος.
Τί μεῖζον ἄλλο καινὸν εἶδεν ἡ κτίσις;

Παρθενικὴ Μαρίη Θεὸν εἰκάδι γείνατο πέμπτῃ.

Θεὸς τὸ βρέφος ποὺ γεννήθηκε· κι ἡ μητέρα, Παρθένος.
Τί ἄλλο σπουδαιότερο θαῦμα εἶδε ποτὲ ἡ κτίση;

Ἡ Παρθένος Μαρία γέννησε τὸν Θεὸν τὴν εἰκοστὴ πέμπτη.

Τῇ αὐτῇ ἡμέρᾳ ἡ Προσκύνησις τῶν Μάγων.

Στίχ. Σὲ προσκυνοῦσα τάξις ἐθνική, Λόγε,
Τὸ πρὸς σὲ δηλοῖ τῶν Ἐθνῶν μέλλον σέβας.
Προσκυνώντας σε ἡ ὁμάδα τῶν ἐθνικῶν, Λόγε,
τὸ μελλοντικό των ἐθνῶν πρὸς σένα δηλώνει σέβας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν θεασαμένων Ποιμένων τὸν Κύριον.

Στίχ. Ποίμνην ἀφέντες τὴν ἑαυτῶν ποιμένες,
Ἰδεῖν καλὸν σπεύδουσι Χριστὸν ποιμένα.
Τὴ δική τους ποίμνη ἄφησαν οἱ ποιμένες
καὶ σπεύδουν τὸν Χριστὸ νὰ δοῦν, τὸν καλὸ Ποιμένα.

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ´, καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα.

Ἦχος δ´. Ἀνδρέου Ἱεροσολυμίτου.

Εὐφραίνεσθε δίκαιοι· οὐρανοὶ ἀγαλλιᾶσθε·
σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος·
Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη,
βαστάζουσα ἐν κόλποις,
Θεὸν Λόγον σαρκωθέντα.
Ποιμένες τὸν τεχθέντα δοξάζουσι.
Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν.
Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν·
Ἀκατάληπτε Κύριε, δόξα σοι.
Εὐφρανθεῖτε οἱ δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶστε,
ὄρη σκιρτῆστε ἀπὸ χαρά,
διότι γεννήθηκε ὁ Χριστός.
 Ἡ Παρθένος κάθεται μιμούμενη τὰ Χερουβὶμ
καὶ βαστάζει στὴν ἀγκάλη της
τὸν Θεὸν Λόγο σαρκωθέντα.
Οἱ ποιμένες τὸν τεχθέντα δοξάζουν,
οἱ Μάγοι στὸν Δεσπότη δῶρα προσφέρουν,
 οἱ ἄγγελοι ἀνυμνοῦν καὶ λέγουν:
Ἀκατάληπτε Κύριε, δόξα σοι.
Ὁ Πατὴρ εὐδόκησεν· ὁ Λόγος σὰρξ ἐγένετο·
καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα·
Ἀστὴρ μηνύει· Μάγοι προσκυνοῦσι·
Ποιμένες θαυμάζουσι· καὶ ἡ κτίσις ἀγάλλεται.
Ὁ Πατὴρ εὐδόκησε, ὁ Λόγος σαρκώθηκε
καὶ ἡ Παρθένος γέννησε τὸν Θεὸν ποὺ ἐνανθρώπησε.
 Ὁ ἀστέρας ἀναγγέλλει, οἱ Μάγοι προσκυνοῦν,
οἱ Ποιμένες προσκυνοῦν, καὶ ἡ κτίση ἀγάλλεται.
Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα,
ἀνέτρεψας τὴν πρώτην, κατάραν τῆς Εὔας·
ὅτι Μήτηρ γέγονας,
τῆς εὐδοκίας τοῦ Πατρός,
βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα.
Οὐ φέρει τὸ μυστήριον ἔρευναν·
πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν,
κράζοντες μετὰ σοῦ καὶ λέγοντες·
Ἀνερμήνευτε Κύριε, δόξα σοι.
Θεοτόκε Παρθένε, ποὺ γέννησες τὸν Σωτῆρα,
ἀνέτρεψες τὴν πρώτη κατάρα τῆς Εὔας,
διότι ἔγινες Μητέρα,
ἐκείνου ποὺ εἶναι ἡ εὐδοκία τοῦ Πατρὸς
καὶ βάστασες στὴν ἀγκάλη σου,
τὸν Θεὸ Λόγο ποὺ σαρκώθηκε.
Δὲν ἐπιδέχεται ἔρευνα τὸ μυστήριο·
μόνο μὲ τὴν πίστη ὅλοι δοξάζουμε
καὶ ἀναφωνοῦμε μαζί σου·
Ἀνερμήνευτε Κύριε δόξα σοι.
Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος,
τὴν μετὰ τόκον πάλιν, ὀφθεῖσαν Παρθένον·
Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ,
ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο.
Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε,
μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες·
Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι,
σωθῆναι ἡμᾶς.
Ἐλᾶτε νὰ ὑμνήσουμε τὴν Μητέρα τοῦ Σωτῆρος,
ποῦ μετὰ τὸν τοκετὸ πάλι φάνηκε Παρθένος.
Χαῖρε πόλη ἔμψυχέ του βασιλέως καὶ Θεοῦ,
ὅπου ὁ Χριστὸς κατοίκησε κι ἀπεργάστηκε σωτηρία.
Μαζὶ μὲ τὸν Γαβριὴλ σὲ ἀνυμνοῦμε,
μαζὶ μὲ τοὺς ποιμένες σὲ δοξάζουμε ἀναφωνώντας:
Θεοτόκε, πρέσβευε στὸν σαρκωθέντα ἀπὸ σένα
νὰ μᾶς σώσει.

Δόξα. Ἦχος πλ. β´. Γερμανοῦ.

Ὅτε καιρός, τῆς ἐπὶ γῆς παρουσίας σου,
πρώτη ἀπογραφή, τῇ οἰκουμένῃ ἐγένετο,
τότε ἔμελλες τῶν ἀνθρώπων, ἀπογράφεσθαι τὰ ὀνόματα,
τῶν πιστευόντων τῷ τόκῳ σου·
διὰ τοῦτο τὸ τοιοῦτον δόγμα, ὑπὸ Καίσαρος ἐξεφωνήθη·
τῆς γὰρ αἰωνίου σου βασιλείας, τὸ ἄναρχον ἐκαινουργήθη.
Διό σοι προσφέρομεν καὶ ἡμεῖς,
ὑπὲρ τὴν χρηματικὴν φορολογίαν,
ὀρθοδόξου πλουτισμὸν θεολογίας,
τῷ Θεῷ καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Ὅταν ᾖλθε ὁ καιρὸς τῆς παρουσίας σου στὴ γῆ
ἔγινε στὴν οἰκουμένη ἡ πρώτη ἀπογραφή.
Τότε ἔμελλες νὰ κάνεις τὴν ἀπογραφὴ
ὅσων πιστεύουν στὴ γέννησή Σου,
Γι᾿ αὐτὸ καὶ τέτοιο διάταγμα ἀπὸ τὸν Καίσαρα κηρύχθηκε·
διότι τῆς αἰώνιας βασιλείας σου τὸ ἄναρχο ἐγκαινιάσθηκε·
ἐμεῖς ὅμως Σοῦ προσφέρουμε
τὸ πιὸ σπουδαῖο ἀπὸ τὴ χρηματικὴ φορολογία:
τὸν πλοῦτο τῆς ὀρθόδοξης θεολογίας,
σὲ Σένα, τὸν Σωτῆρα τῶν ψυχῶν μας.

Καὶ νῦν. Ἦχος β´. Ἰωάννου Μοναχοῦ.

Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου.
Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται.
Αἱ Δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται,
καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται.
Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν·
οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν·
ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν·
Δόξα ἐν ὑψίστοις Θεῷ,
καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Σήμερα ὁ Χριστὸς στὴ Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου·
Σήμερα ὁ ἄναρχος λαμβάνει ἀρχὴ καὶ ὁ Λόγος σαρκώνεται·
Οἱ οὐράνιες ἀγγελικὲς δυνάμεις ἀγάλλονται
καὶ ἡ γῆ μὲ τοὺς ἀνθρώπους εὐφραίνεται·
Οἱ Μάγοι τὰ δῶρα προσφέρουν,
οἱ Ποιμένες τὸ θαῦμα κηρύττουν,
κι ἐμεῖς ἀκαταπαύστως ἀναφωνοῦμε:
«Δόξα ἐν ὑψίστοις Θεῷ,
καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία».

(Δόξα στὸν Ὕψιστο Θεό·
διότι ἦλθε στὴ γῆ ἡ εἰρήνη Του
καὶ ἡ εὐαρέσκειά Του στοὺς ἀνθρώπους).

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Πηγή:http://users.uoa.gr/

Leave a Comment

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *